Ancient Greek
580.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 580.1
Unproofread scanNot analysed yet
η'. Περί τῶν μὴ γυμναζομένων, εὐώχουμένων δὲ μόνον. Πολλοὺς ἀγυμνάστους, εὐώχουμένους δὲ μόνον ἐστὶν ἰδεῖν καὶ 1 τινὰς αὐτῶν οὐ πολλάκις νοσοῦντας, ὅταν ὦσιν ἀραῖοι καὶ εὐδιάπνευστοι· χρὴ οὖν μὴ μεταγαγεῖν ἐπὶ ἕτερον ἦθος τοὺς τοιούτους· τῶν δὲ συνεχῶς νοσοῦντων τὰς νοσοποιούς αἰτίας καλυτέον. Εἰσὶ δὲ ἐκ 2 τοῦ σώματος ὀρμώμεναι πλῆθος καὶ κακοχυμία· τῶν μὲν οὖν ταχέως ἀθροιζόντων πλῆθος, ἀφαιρεῖν προσήκει τῶν τροφῶν τῆς ποσότητος, μετὰ τοῦ ὀλιγότροφα μᾶλλον ἀντὶ τῶν πολυτρόφων προσφέρειν· τῶν δὲ τὴν κακοχυμίαν ἀθροιζόντων, ἐπειδή τοὺς μὲν ὁρῶμεν φλέγμα, τοὺς δὲ ξανθὴν χολήν, τοὺς δὲ μέλαιναν ἀθροιζό- 10 τας, ἀπέχεσθαι τῶν τροφῶν ἐκείνων ποιήσομεν, ὅσαι τὸν εἰωθότα πλεονάζειν χυμὸν γεννῶσι. Πάντων δὲ τούτων ἡ γαστὴρ εὐκολος 3 παρασκευαζέσθω.