Ancient Greek
584.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 584.1
Unproofread scanNot analysed yet
φλέγματος ἰκανῶς · ἀλλὰ οὐ χρὴ τεταγμένως, οὐδὲ πάντως αὐτοὺς ἀεὶ κενοῦν, ὅπως ἂν μὴ, διὰ ἀνάγκην τινὰ παραλειφθέντες, βλάβην ἐνέγκωσιν · ἀναγκαῖον δὴ τοίνυν ἢ οἰνωθέντας παρὰ τὸ προσῆκον ἐμεῖν, ἢ τροφῆς ὑπερπλησθέντας ἢ τῆς ἄλλης πληθώρας 5 τῆς κατὰ τὸ σῶμα πᾶν ἀντιλαμβανομένους. Σημεῖα δὲ τῆς τοιαύτης 14 ἐστὶ πληθώρας βάρος μετὰ ὀγκοῦ καὶ ἄση καὶ νωθρότης, καὶ ὕπνος πλείων τοῦ συνήθους καὶ ψαλμοὶ τοῦ σώματος, φλεβῶν τε ἔντασις καὶ ἀτακτοὶ φρίξαι συμμιγεῖς θερμότητι · ταῦτα γὰρ μάλιστα τὰς κατὰ ὅλον τὸ σῶμα πληθμονὰς διασημαίνει. Καὶ ἐπὶ τούτοις, εἰ 15 10 ἐλοῖτό τις ἐμεῖν, λεπίδων καὶ εὐροὺν παρασκευαζέτω τὸ φλέγμα, ραφανίδας ἐσθίῶν ἐν τῷ δείπνῳ καὶ σφάσον καὶ κρόμμυον ἢ τάρυχος ἢ ὀρίγανου ὀλίγου, καὶ τι τῶν ἀπὸ θύμου καὶ νάπτου ὑποτριμμάτων. Ῥοφέτω δὲ ψλισάνης, καὶ ζῶν κρέα τε ἐρίφων ἢ ἀρνῶν ἢ 16 χοίρων ἐσθιέτω. . . τὸ μέλι, καὶ πλακοῦντων ἀπογευέσθω · σινέτω