Ancient Greek
585.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 585.1
Unproofread scanNot analysed yet
δὲ γλυκὺν οἶνον μὴ ἄκρατον, καὶ διῖσλὰς ἀπὸ τοῦ δείπνου τοσοῦτον ὡς κατασῆναι μὲν τὴν τροφήν, μηδέπω δὲ τρέπεσθαι πεπτομένην, ἐμεῖν ὕδατος χλιαροῦ ἀθροῦ προπιόντα· καὶ πάλιν ὁμοίως ἂν 17 δὴ ταῦτα ποιούντα. Καλῶς δὲ καὶ αὐτάρκως ἐμέσας ὀξυκράτῳ προσχλυζέσθω τὸ πρόσωπον καὶ διαχλυζέσθω τὸ στόμα· καὶ γὰρ ὀφθαλμοῖς τοῦτο καὶ ὀδοῦσιν ὠφέλιμον· σήπονται γὰρ οἱ ὀδόντες 18 τοῖς ἐμοῦσιν καὶ μὴ ποιούσιν οὕτως. Πινέτω δὲ ἐπὶ τούτοις ὕδωρ θερμότερον καὶ ἀναπαυέσθω τῶν ποδῶν ἀνατριβομένων ὑπὸ τινος 19 φράως. Εἰ δὲ τις ἐμοὶν μετὰ πλείονος δυσκολίας, παρατεῖσθαι μὲν ἀμείνων· ἐπειγούσης δὲ τινος ἀνάγκης ἐμεῖν ἐπεσθιέτω τοῖς προειρημένοις πέπονος ἢ σιχοῦ σπέρματος μετὰ μέλιτος ἢ ῥίζαν ξηρὰν κόφας τοῦ πέπονος μετὰ μέλιτος· ταῦτα γὰρ εὐχολον ποιεῖ 20 τὸν ἐμετόν. Τὰ μὲν οὖν περὶ τὰς κενώσεις ἐπὶ τοσοῦτον ἂν τις ὡς [τὸ] πλεῖον τῶν ἰατρῶν ποιολή.