Ancient Greek
586.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 586.1
Unproofread scanNot analysed yet
1'. Περὶ τῆς ταῖς ὥραις ἀρμοτούσης διαίτης. Καλῶς δὲ ἂν ἔχοι καὶ πρὸς τὰς ὥρας ἀφορῶντα διαιτᾶσθαι · καὶ χειμῶνι καὶ πλείοσι τοῖς πόνοις χρῆσθαι καὶ ἐσθίειν πλείονα, μάλιστα ὅταν ἡ κατάστασις ἢ βορεῖα · νοτίας γὰρ οὔσης, πονεῖν μὲν ὁμοίως, ἐλάττονα [δὲ] σῖτα καὶ ποτὰ προσφέρεσθαι, καὶ ὅλον τὸ σῶμα ξηρὸν ποιεῖν ἐν ὑγρᾷ τῇ ὥρᾳ παντοίως, ὥσπερ ἐν τῇ ψυχρᾷ θερμότερον διὰ τοῦ πόνου, καὶ ἐδωδῆς κρεῶν θερμῶν ἐσθιόμενων καὶ λαχάνων δριμυτέρων, καὶ οἴνου πλείονος. Εἰσβάλλοντος δὲ τοῦ ἥρος ὃς μὲν τις διὰ ἐμπετῶν, ὃς δὲ διὰ γαστρὸς κενούσθω, καὶ ἄλλος φλέβα τεμὼν ἀφαιρείσθω τοῦ αἵματος, ὅπως οὖν ἕκαστος ἔθους καὶ προθυμίας ἔχων τυγχάνει · καὶ γὰρ ἰδεῖν ἐστὶ τοὺς πολλοὺς σύνεσιν ἔχοντας ἐνίοτε τοῦ συμφέροντος κελεύοντας τε τοῖς ἰατροῖς φλεβοτομεῖν ἢ τι ἄλλο ποιεῖν τῶν συμφερόντων αὐτοῖς · οὕτως ἡ φύσις καὶ πρὸς ταῦτα ὁρμὰς ἐντίθησι· προσηκούσας τοῖς ἀνθρώ-