Ancient Greek
613.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 613.1
Unproofread scanNot analysed yet
ἡπατος ἐμφράξεις, χρήσιμος ὑπάρχει. —Ἀφρόνιτρον ῥυπλικὴν ἔχει δύναμιν, ὥστε μὴ μόνον ἀποσπᾶν, ἀλλὰ καὶ κυήσιν ἰᾶσθαι, διαφορουμένων ὑπὸ αὐτοῦ τῶν ἐργαζομένων αὐτὴν ἰχώρων. —Ἀψίνθιον θερμὸν μὲν μετρίως ἐστί, ξηρὸν δὲ σφοδρῶς. Ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς ῥόας θερμότερον · ῥύπλει δὲ καὶ τονοῖ διὰ τοῦτο, καὶ τοὺς ἐν τῇ κοιλίᾳ χολώδεις χυμοὺς · ἐπὶ τε τὴν κάτω διαχώρησιν ἀπάγει, καὶ διὰ οὐρῶν καὶ μᾶλλον τὸ ἐν φλεβὶ χολῶδες καθαίρει. Διὰ αὐτὰ δὲ ταῦτα καὶ φλέγματος ἐν τῇ κοιλίᾳ περιεχομένου προσφερόμενον οὐδὲν ὀνίνησιν · ἡ γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐσὶν ἰσχυροτέρα · τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλείονι μέτρῳ θερμὸν ἐσὶν ἥπερ ψυχρόν.