Ancient Greek
613.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 613.2
Unproofread scanNot analysed yet
Β Βάλσαμον ἰκανῶς θερμαίνει καὶ ξηραίνει · ἐστί δὲ καὶ λεπτομερές. Ὁ δὲ ὀπὸς αὐτοῦ, λεπτομερέστερος, οὐ μὴν εἰς τοσοῦτόν γε θερμός, εἰς ὅσον οἴονται τινες ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι. Ὁ δὲ καρπὸς αὐτοῦ παραπλήσιός ἐστι κατὰ τὴν δύναμιν · ἀπολείπεται δὲ μακρὸν κατὰ τὸ λεπτομερές. —Βαλαυσίδιόν ἐστι μὲν ἄνθος ἀγρίας ῥοιάς · ἰσχυρῶς δὲ σλῦφει τὴν γεῦσιν, καὶ ξηραντικῆς δὲ καὶ ψυλτικῆς ἐστί δυνάμεως, καὶ σαχμεροῦς, καὶ εἰ σαρατρίμμασι καὶ τοῖς ἐλκεσιν ἐπιπάτλοις αὐτό, τάχιστα ἂν ἴδοις εἰς οὐλὴν ἰόντα · διὰ ταῦτά τοι κἄπι τῶν ἀναγόντων αἷμα σάντες αὐτῷ χρῶνται. —Βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ δὲ διαμασάμενοι ἄφθας τε καὶ τὰ ἄλλα ἕλκη τὰ ἐν στόματι θεραπεύουσι · καὶ μέντοι καὶ τραύματα κολλᾷ. Ὁ δὲ καρπός, εἰ μὲν εἴη σέπειρος, ἔχει τι καὶ συμμετρου θερμότητος · ὁ δὲ ἄαρος ὑπὸ ψυχρᾶς οὐσίας καὶ γεώδους ἐπικρατεῖται, καὶ διὰ τοῦτο σφοδρῶς ξηραντικός ἐστι. Σηρανθεὶς δὲ ἀποτίθεται, ὥσπερ καὶ τὸ ἄνθος αὐτῆς · καὶ σοιοῦσι πρὸς δυσεντερίας καὶ ρεύματα γαστρὸς καὶ ἀτονίας