Ancient Greek
617.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 617.2
Unproofread scanNot analysed yet
Δαῦκος, ὁ καὶ σιαφυλῖνος, θερμαντικῆς ἐσὶ δυνάμεως καὶ λεπλυτικῆς. Ἡ δὲ ῥίζα πρὸς τοῖς εἰρημένοις καὶ φυσώδές τι κέκτηται καὶ ἀφροδισιαστικόν · τὸ δὲ σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει τι καὶ αὐτὸ παροξυντικὸν εἰς ἀφροδίσια · τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν ἀψυσον, καὶ διὰ τοῦτο διουρητικὸν τε καὶ καταμηνίων κινητικόν. —Δάφνης τοῦ δένδρου τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς καὶ μᾶλλον γε ὁ καρπός. Ὁ δὲ φλοιὸς τῆς ῥίζης ἡττὸν ἐστι δριμὺς, πικρὸς δὲ μᾶλλον καὶ τι σιύψεως ἔχει · διὸ καὶ λίθους θρύπτει καὶ ἡπατικοὺς ὠφελεῖ. Πίνεται δὲ σὺν οἴνῳ εὐώδει τριοδόλου σιλαβμός. —Δέρματα θαλαία ἀπὸ τῶν κατιυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων ἔλκη, ψαυσάμενης τῆς φλεγμονῆς ὠφελεῖ · ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα, καὶ εἰκότως καὶ τὰ πυρίκαυστα τῶν ἐλκῶν καὶ τὰ καλούμενα παρατρίμματα κατὰ τοὺς μηροὺς γινόμενα θεραπεύει. —Διφρυγὲς μικτῆς ἐσὶ ποιότητος καὶ δυνάμεως σιυφούσης καὶ δριμείας · διὸ καὶ τῶν κακοήθων ἐλκῶν ἀγαθὸν ἐστὶ φάρμακον. —Δίκταμον λεπτομερεστέρας ἐστὶν οὐσίας ἢ κατὰ γλῆχανα, τὰ δὲ ἄλλα παραπλήσιον αὐτῇ. Τὸ δὲ καλούμενον ψευδοδίκταμον ἀσθενέστερον εἰς ἀπαντα τοῦ δικτάμου. —Δρακόντιον δριμύτερόν ἐστι τοῦ ἄρου καὶ πικρότερον, καὶ θερμαντικώτερον καὶ λεπτομερεστέρον. Ἔχει δέ τινα καὶ σιύψιν βραχεῖαν σὺν τῇ δριμύτητι καὶ πικρότητι · δραστήριον οὖν γίνεται φάρμακον ἐν τοῖς μάλιστα. Ἡ γοῦν ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα τοὺς τε παχεῖς καὶ γλίσχρους λεπτύνουσα χυμοὺς, καὶ τῶν κακοήθων ἐλκῶν