Ancient Greek
618.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 618.1
Unproofread scanNot analysed yet
ἀριστόν ἐστί· φάρμακον. Ἀποκαθαίρει τε καὶ ἀπορρύπτει γενικῶς τὰ τε ἄλλα τὰ ῥύψεως δεόμενα, καὶ ἀλφοὺς σὺν ὀξει. Τὰ δὲ φύλλα ἐλκεσι καὶ τραύμασι νεοτρώτοις ἀρμόττει, καὶ ὅσῳ γε ἂν ἥπλου ἢ ξηρὰ, τοσοῦτον μᾶλλον κόλλᾳ· τὰ γὰρ ξηρότερα δριμύτερά ἐστιν ἢ ὡς τραύμασι πρέπειν. —Δρυὸς πάντα τὰ μόρια σιυφούσης μετέχει ποιότητος, ἐπιπλέον δὲ τοῦ ἔνδον τὸ ὑπὸ τῇ φλοιῷ τοῦ ὐρέμνου ὑμενώδες, καὶ τὸ ὑπὸ τῇ κελύφει τῆς βαλάνου τὸ περὶ τῇ σαρκὶ τοῦ καρποῦ· διὸ καὶ πρὸς ῥοὴν γυναικείων, αἵματός τε πύσεως καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα χρόνια, χρήσιμον εἶναι πεπίστευται· σφοδρότερον δὲ ἐπὶ σίλψει. Φηγὸς καὶ σφῖνος τούτων καὶ τῆς δρυὸς τὰ φύλλα καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκε· κόλλᾳ γοῦν καὶ τραύματα καταπλασσόμενα κατὰ τοῦ πέρειξ χωρίου παντὸς τοῦ τραύματος.