Ancient Greek
621.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 621.2
Unproofread scanNot analysed yet
1 Θαψία δριμείας ἐστὶν ἰσχυρῶς καὶ θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι · ἔλκει τοιγαροῦν ἐκ βάθους βιαίως καὶ αὐτὸ διαφέρει τὸ 2 ἑλχέν · χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα. —Θέρμος ὁ μὲν ἐσθιόμενος τῶν ἐμπλαστικῶν ἐστὶ φαρμάκων · ὁ δὲ τὴν σύμφυτον ἔχων 3 πικρότητα, ρυπτικὸς τε καὶ διαφορητικὸς ὑπάρχει. Ἀναιρεῖ δὲ καὶ ἑλμινθας ἐπιπλατιόμενός τε καὶ μετὰ μελιτος ἐκλειχόμενος, ἢ μετὰ 4 ὀξυκράτου πινόμενος. Οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἑλμινθας ἐκβάλλειν πέφυκε · καὶ μὲν γε καταντλούμενον, ἔξωθεν ὀνίνησιν ἀλφοὺς, ἀχώρας, ἔξανθήματα, ψώρας, γαγγραίνας, ἑλκή 5 κακοήθη · ξηραίνει γὰρ ἀδήκτως. Ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ 6 σπλήνα μετὰ πηγάνου καὶ πεπέρεως. Ἐπισπᾶται δὲ καὶ καταμήνια 7 καὶ ἔμβρυα σὺν μυρσίνῃ καὶ μέλιτι προστιθέμενον. Ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων ἀδήκτως διαφορητικόν · οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει · ἐν ὀξει 8 δὲ ἐψεῦν αὐτὸ χρὴ τηνικαῦτα ἢ ὀξυμελίτῃ ἢ ὀξυκράτῳ. Διαφέρει δὲ καὶ πελιδνὰ, καὶ τὰ ἄλλα ὅσα εἴρηται πρόσθεν τὸ ἀφέψημα δράν, 9 ἀπαντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκε. —Θεῖον ἑλκτικῆς ἐστὶ