Ancient Greek
622.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 622.1
Unproofread scanNot analysed yet
δυνάμεως, θερμόν τε ὂν καὶ λεπτομερὲς, ὡς πρὸς πολλὰ τῶν ἰοδόλων ἀνθίστασθαι. Καὶ ψώρας καὶ λέπρας καὶ λειχήνας ἴᾶται μετὰ ῥητίνης τερμινθίνης· ἀπορρύπτει γὰρ καὶ τὰ τοιαῦτα πᾶντα χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι. —Θλάσπεως τὸ σπέρμα δριμὺ τὴν δύναμιν ἐστὶ· τὰ γοῦν ἐντὸς ἀποστήματα ῥήσσει πωτιζόμενον, καὶ καταμήνια κινεῖ, καὶ ἔμβρυα φθείρει, καὶ διὰ ἕδρας ἐνιέμενον ἰσχιᾶδας ὀνίνησιν, αἱματώδη κενοῦν. —Θρίδας ὑγρόν καὶ ψυχρόν ἐστίν, οὐ μὴν ἐσχάτως διὰ τοῦτο, πρὸς μὲν τὰς θερμὰς φλεγμανὰς ἀρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ πούφα τῶν ἐρυσιπελάτων. Ἔστι δὲ καὶ ἀδύφων ἕδεσμα. Τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονορροίας, ὅθεν καὶ τοῖς ὀνειρώτουσι δίδεται. —Θύμος θερμαίνει καὶ ξηραίνει σφοδρῶς, καὶ τέμνει σαφῶς, καὶ διὰ τοῦτο οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ, καὶ τὰ σπλαγχνα διακαθαίρει πινόμενος, ταῖς τε ἐν θώρακος καὶ πνεύμονος ἀναπλύσεσι συνεργεῖ.