Ancient Greek
622.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 622.2
Unproofread scanNot analysed yet
Ἰξὸς ἐκ τοῦ βάθους ἕλκει σφοδρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, διαχεῖ τε καὶ διαφέρει. Ἔστι δὲ τῶν οὐχ εὐθὺς ἐκθερμαινόντων φαρμάκων, ἀλλὰ χρόνου δεομένων, ὥσπερ ἡ φακία. —Ἰοῦ τὰ μὲν φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ κατὰ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπλατιζόμενα τὰς θερμὰς φλεγμανὰς παρηγορεῖ. —Ἰὼς δριμεῖαν ἔχει ποιότητα, διαφορητικὸς τε καὶ καθααιρετικὸς καὶ συμπκτικὸς ὢν, οὐχ ἀπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. Εἰ δέ τις αὐτοῦ μίζειεν ὀλίγον κηρωτῇ πολλῇ ῥυπλικὸν ἀδήκτως γίνεται τὸ μίχθεν ἐξ ἀμφοῖν. —Ἱππουρις σιυπλικὴ μετὰ πικρότητος ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἄμα καὶ ἀδήκτως. Τραύματα τε οὖν τὰ μέγιστα καταπλατιζομένη κολλᾷ, κἂν νεῦρα διατετμημένα τύχῃ, καὶ τὰς ἔντεροκηλὰς ὀνίνησιν, ἀλλὰ καὶ πρὸς