Ancient Greek
623.9
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 623.9
Unproofread scanNot analysed yet
φεῖς χρώνται, ξηραντικῆς ἰσχυρῶς καὶ μὲν γε καὶ καταπλάτλουσί τινες αὐτὴν κατὰ ἰσχιῶν ἐπὶ τῶν ἰσχιαδικῶν ὡς γενναΐον βοηθῆμα· καὶ γὰρ ἕλκει τὰ ἐν τοῦ βάθους εἰς τὴν ἔκτὸς ἐπιφάνειαν, καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον, ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ τὰ καταμήνια σινομένη τε καὶ προσλιθεμένη προκαλεῖται πᾶνυ δραστηρίως. Ἄγαθὸν δὲ καὶ τῶν ἐλεφαντιώτων φαρμάκων, τῷ διαφορεῖν καὶ λεπτύνειν ἰσχυρῶς καὶ τέμνειν τοὺς παχεῖς χυμοὺς· οὕτω δὲ καὶ οὐλὰς μελαΐνας λαμπρύνει καὶ ὑπάπια διαφορεῖ. Καλλίων δὲ ἐπὶ τῶν τοιούτων ἐξῶντας ἐν οἴνῳ, καταπλάσσειν αὐτήν, καὶ χλωρὰν μᾶλλον ἢ ξηράν· ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίνεται καὶ καίειν ἐτοιμοτέρα. Καὶ ἀσκαρίδας δὲ καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ σινόμενος ἀναιρεῖν πέφυκεν. Ὀνίνησι δὲ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἰκτεριώδεις τῷ ῥύπλειν τε καὶ διακαθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. Ἔστι δὲ εἰς ἅπαντα τὰ προειρημένα πρακτικώτερα ἢ ὄρειος. —Καλάμου Φραγμίτου ῥίζα ῥυπτικῆς μετέχει δυνάμεως, οὐκ ὀλίγης ἡμισταδριμείας. Τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετέχοντα καὶ αὐτὰ τῆς ῥυπτικῆς δυνάμεως. Ὁ φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπλομεροῦς ἰκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν ὡς καὶ ξηραίνειν καὶ θερμαίνειν σφοδρῶς. —Καννάκεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτον ὡς, εἰ σλεῖων βρωθείη, ξηραίνει τὴν γονήν. —Κάπνιος δριμείας ἄμα καὶ σιρκᾶς μετέχει ποιότητος· οὐκ ἀπήλλακται δὲ παντάπασιν, οὐδὲ τῆς σιρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπεται πολλὰ καὶ τὰς κατὰ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται. Λαπάσσει δὲ καὶ γαστέρα ξηρὰ λεῖα μελιχράτῳ ἐμπλασσομένη· καὶ τοιοῦ σλόμαχον ξηρὰ ὁμοίως οἴνῳ κεκραμένῳ ἐμπλασσομένη. —Καππάρεως τῆς ῥίζης ὁ φλοιὸς ἐκ μαχομένων σύγκειται δυνάμεων· ῥύπλειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ σφίγγειν τῇ σιρυφνότητι· καὶ διὰ τοῦτο σπλήνας