Ancient Greek
625.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 625.1
Unproofread scanNot analysed yet
σκιρράδεἰς, εἴπερ τι καὶ ἄλλο καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἐξωθεν δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ τοῦ σώματος λαμβανόμενον, ἀφεψημένον ὀξεῖ ἢ ὀξυμελίτι, ἢ ξηρὸν λεῖον ἀναμιγνύμενον αὐτοῖς· κενοῖ γὰρ σαφῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθέν οὐ διὰ οὐρῶν μόνον, ἀλλὰ [καὶ] κατὰ γαστέρα. Πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐπὶ οἷς οἱ τε σπλήνες ὀνίνανται καὶ αἱ κατὰ ἰσχίον ὀδύναι. Καὶ μὲν δή καὶ καταμηνία κινεῖ καὶ ἀποφλεγματίζει· καταπλατιζόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσιν, ἀγαθὸν φάρμακον, καὶ ὀδόντων δὲ πόνους ὠφελεῖ· ἐνίοτε μὲν ὀξεῖ συνεψηθεὶς, ἐνίοτε δὲ οἴνῳ, πολλάκις δὲ αὐτὸς μόνος ἐνδακνύμενος. Καὶ ἄλφους δὲ ἀφαιρεῖ σὺν ὀξεῖ καὶ χοιράδας, καὶ ὀγκοὺς σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνύμενος. Θαυμαστὸν δὲ οὐδὲν καὶ τοὺς ἐν ὠτὶ σκαλῆκας, ὁ χυλὸς τῆς σῶας ἀναιρεῖ διὰ τὴν σκιρότητα. —Καρδάμου τὸ σπέρμα καυστικῆς μετέχει δυνάμεως, ὥσπερ τὸ νάπυ, καὶ διὰ τοῦτο ἰσχιάδας καὶ κεφαλαίας καὶ ὅτιοῦν ἄλλο τῶν δεομένων φωνίζεως ἐκθερμαίνουσιν αὐτῷ, καθάπερ τῷ νάπυι. —Καρδάμωμον θερμὴς ἐστὶ σφοδρῶς δυνάμεως, ὡς καεῖν ἐπιπλατιζόμενον. Ἔχει δὲ τι καὶ σκιρότητος διὰ ἣν τὰς ἐλμινθας ἀναιρεῖ καὶ τὰς ψώρας ἰσχυρῶς ἀπορρύπτει σὺν ὀξεῖ. —Κασία θερμαίνει καὶ ξηραίνει σφοδρῶς· ἐστὶ δὲ καὶ λεπτομερὴς ἰκανῶς καὶ δριμεῖα, βραχὺ τι καὶ στύφον ἔχει· τέμνει τε οὖν ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττώματα καὶ ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. Ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν ἐπιμηνίων ἐπισχέσεις ἐστίν, ὅτε ἂν ὑπὸ σκιθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων, αὐτάρκως κενούσθαι καλύπται. —Καρύα τὸ δένδρον ἔχει μὲν τι καὶ τοῖς βλαστοῖς στυπτικόν, ἐναργὲς δὲ καὶ πλεῖστον ἐν τοῖς τοῦ καρύου λέμμασι. Ὁλίζοντες γοῦν αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν μύρων καὶ τῷ τῶν βάτων ἐψόντες σὺν μέλιτι, στομαχικῷ χρῶνται φαρμάκῳ. Τὸ δὲ λέπος τοῦ καρύου, τὸ ξηρὸν καυθὲν, λεπτομερές