Ancient Greek
626.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 626.1
Unproofread scanNot analysed yet
τε γίνεται καὶ ξηραντικὸν καὶ ἀδηκτον φάρμακον. Τὸ δὲ λεπτοκάρυον ψυχρότερον καὶ αὐστηρότερόν ἐστι· τὰ δὲ ἄλλα παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ. —Κασιόριον θερμαίνει καὶ ξηραῖνει, λεπτομερὲς τε ἰκανῶς ὑπάρχει. Ἔστι δὲ τοῖς μὲν διὰ πλήθος σπώμενοις ἢ τρέμουσιν ὠφελιμώτατον, τοῖς δὲ διὰ κένωσιν ἐναντιώτατον, τοῖς δὲ εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ ταῦτα, καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἤμα σικυννῇ ἢ σαλαϊῷ ἐλαίῳ. Τὰ δὲ ὠλείονος θερμότητος δεόμενα καὶ ἀνατρίβειν προσήκει διὰ αὐτοῦ. Ὀφελεῖ δὲ καὶ εἴ τις αὐτὸ ἐπὶ ἀνθράκων θυμίων ἔλκη διὰ τῆς εἰσπνοῆς καὶ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη. Τὰ γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα· πάθη μετὰ πυρετῶν, ἄμεινον οὖ τῶν εἰρημένων ἐλαίων τινὶ δεῦντας θεραπεύειν, ἀλλὰ [τῷ?] διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι τῇ κεφαλῇ καὶ τῷ αὐχένι. —Κέδρος θερμαίνει καὶ ξηραίνει σφοδρῶς· τὸ δὲ αὐτῆς ἔλαιον σφοδρότερον, λεπτομερὲς ἰκανῶς ὑπάρχον. Τὰς μὲν ἁπαλὰς σάρκας ἐτοιμῶς καὶ ἀνωδύνως σήπει· τὰς δὲ σκληρὰς ἐν χρόνῳ ὠλείονι· καὶ μάλιστα μέντοι, τὰ τῶν νεκρῶν σώματα ξηραίνει τε καὶ ἀσηπτία φυλάττει. Θαυμασίον δὲ οὐδὲν εἰ καὶ φθείρας καὶ κόνιδας καὶ ἀσκαρίδας καὶ τοὺς ἐν τοῖς ὠσὶ σκολήκας ἀναιρεῖν πέφυκεν. Ἔμβρυα [τε] προστιθεμένη, τὰ μὲν ζῶντα κατακτείνειν, τὰ δὲ νεκρὰ ἐκβάλλειν, [καθάπερ καὶ αὐτὸ τὸ κατὰ συνουσίαν σπέρμα] περιαιρεῖσθωμένη τῷ αἰδοίῳ· καὶ διὰ τοῦτο, ἀτόκιόν ἐστι φάρμακον τοῖς οὕτω χραιμένοις, οὐδενὸς δεύτερον. Καὶ τοῖς τρήμασι δὲ τῶν ὀδόντων ἐνσλαχθεῖσα, τὰ μὲν ἀλγήματα σφραίνει, θραύει δὲ αὐτούς. —Κενταυρίου τοῦ μεγάλου ἡ ρίζα, δριμεῖά τε καὶ θερμὴ καὶ στύφουσα μετὰ γεώδους στύψεώς ἐστι. Τῇ μὲν οὖν δριμύτητι, προτρέπει καταμήνια, καὶ ἔμβρυα νεκρὰ κατασπᾶ, καὶ ζῶντα διαφθείρει τε καὶ ἐκβάλλει· τῇ δὲ σλύψει κολλᾶ τε τραύματα, καὶ τοὺς αἱμοποιοὺς ὠφελεῖ. Δίδονται δὲ αὐτοῖς ὄλκαι β', τοῖς μὲν πύρετ-