Ancient Greek
638.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 638.1
Unproofread scanNot analysed yet
Φάρακα. Γενναιότερα δὲ ἐστὶν ἡ Ἰνδική, μελαντέρα τῆς Συριακῆς ὄντα. Ἡ δὲ Κελτικὴ παραπλησίας μὲν ἐστὶ δυνάμεως τῷ σλάχῳ, οὐρητικωτέρα δέ. —Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστὶ δυνάμεως, ὡς πολλῶν τραύματα μέγιστα, μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. Ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν. —Νυμφίας ἡ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἀδηκτον· ἔπεχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥέματα καὶ τὸ σπέρμα τὸ κατὰ τοὺς ὀνειρογμοὺς καὶ ἄλλως ἀμετρότερον φερόμενον· ὀνίνησι δὲ καὶ δυσεντερικοὺς. Ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν σφοδρωτέρας ἐστὶ δυνάμεως, πίνεται δὲ [καὶ αὐτή, καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν] ἐν οἴνῳ μέλαινι αὐστηρῷ· μετέχουσι δὲ τῆς ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἄλφους ἰῶνται δευόμεναι σὺν ὕδατι, ἀλωπεκίας δέ, σὺν ὑγρᾷ σίτῃ.