Ancient Greek
638.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 638.2
Unproofread scanNot analysed yet
Ὄζος μικτῆς οὐσίας ἐστὶ θερμῆς καὶ ψυχρᾶς, ἁμφοῖν λεπτομεροῦν· ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά. Ξηραντικὸν δὲ ἐστὶ σφοδρῶς ὅτε ἂν [γε] ἰσχυρὸν ὑπάρχη. —Ὄζυκάνθου ὁ καρπὸς οὐ μόνον ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος, ἐφεκτικὸς ἐστὶν ἀπάντων ροῶδων παθῶν. —Ὀποπάναξ μαλάττει καὶ διαφορεῖ καὶ θερμαίνει σφοδρῶς, ξηραίνει τε ἰκανῶς. —Ὄπος ὁ μὲν Κυρηναῖος, ἀπάντων ἐστὶ θερμότατος καὶ λεπτομερεστάτος, καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος. Οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοὶ εἰσι καὶ ἀνευματώδεις ἰκανῶς, τοιούτων ὁ τε Μηδικὸς καὶ ὁ Συριακός. —Ὄριγανοι πᾶσαι τμητικῆς τε καὶ λεπθυντικῆς καὶ θερμαντικῆς καὶ ξηραντικῆς σφοδρῶς εἰσι δυνάμεως· ἡ δὲ τραγορίγανος προσειληφέ τι καὶ σήψεως. —Ὄρθος ξηραίνει μὲν ἰκανῶς, θερμαίνει δὲ μετριῶς καὶ τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει· ωλέον δὲ ληφθεὶς αἷμα διὰ οὐρᾶν ἄγει. —Ὄστρακα κηρύκων καὶ πορφύρων καυθέντα ξηραντικῆς