Ancient Greek
644.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 644.1
Unproofread scanNot analysed yet
καὶ μάλιστα πάντων ὁ ὁπὸς ἐλκτικῆς ἰκανῶς ὑπάρχων δυνάμεως. Καὶ μὲν δή καὶ καθαίρετικόν τι καὶ ἀποτνηκτὸν ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν. —Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως· σοιεῖ γοῦν καὶ πρὸς αἱμορρογίας τὰς ἐκ τραυμάτων δευόμενος ἀσφάλτῳ καὶ καούμενος, ὡς γενέσθαι ξηρός, μὴ σαρῶντος δὲ αὐτῆς, πῖτλη. Καινὸς δὲ ὁ σπόγγος αὐτὸς κατὰ ἑαυτὸν ξηραίνει σαφῶς· εἰς δὲ χρησάμενος ἐπὶ τραύματος αὐτῷ μόνῳ μετὰ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου· κολλήσει γὰρ αὐτὰ παραπλησίως τοῖς ἐναίμοις φαρμάκοις. —Σφονδυλίου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἄσθματα καὶ πρὸς ἐπιληψίαν ἀγαθὸν ἐστὶ φάρμακον. Ὄνησι δὲ καὶ τοὺς ἰντερικούς. Καὶ ἡ ρίζα δὲ ὁμοία οὖσα τῇ δυνάμιν ἐπὶ τῶν αὐτῶν ἀρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ· χρῆ δὲ περιξυσαντας ἐντιθέναι. —Στέαρ τὸ τῶν ὕδν ὑγροτάτων ἐστὶ σχεδὸν ἀπάντων τῶν ἄλλων καὶ διὰ τοῦτο τὴν ἐνέργειαν ἐγγύς ἐστιν ἐλαίῳ, μαλακτικώτερόν γε μὴν καὶ πεπλικώτερον ἐλαίου· καὶ διὰ τοῦτο τοῖς πρὸς φλεγμακὸς ἀρμόττουσι καταπλάσμασι μίγνυται. Τοῖς [δὲ] δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ κατὰ τὸ καὶλον ἐνίεμεν τὸ αἰγείον μᾶλλον στέαρ· διότι πηγνυται ῥαδίως διὰ ψάχος, ἀπορρεῖ δὲ τὸ ὕειον, ὁμοίως τῷ ἐλαίῳ χρῶμεθα παρηγοροῦντες τὰς δήξεις ἐπὶ τῶν δυσεντερικῶν τι καὶ τεινεσμοδῶν. Τοὺς δὲ κατὰ τὸ βάθος δάκνοντας ἰχώρας τὸ χήνειον στέαρ μᾶλλον ἀμβλύνει διὰ τὴν λεπτομέρειαν· ἐστὶ δὲ καὶ θερμότερον τοῦ ὕείου· μεταξὺ δὲ αὐτῶν ἐστὶ τὸ τῶν ἀλεκτρυόνων. Ἀπάσης μὲν οὖν σιμελῆς δύναμίς ἐστιν ὑγραντικὴ τε καὶ θερμαντική· ἀλλὰ τὸ μὲν τοῦ ὕδος μετριῶς ἐστὶ θερμόν, τὸ δὲ τῶν ταύρων πολὺ θερμότερον καὶ ξηρότερον, τὸ δὲ μόσχειον ἀπολείπεται τοῦ τῶν ταύρων τε καὶ τῶν ἐρίφων καὶ τῶν αἰγῶν καὶ τῶν τράγων· αὐτὸ