Ancient Greek
645.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 645.1
Unproofread scanNot analysed yet
δὲ πάλιν τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γάρ ἐστι πάντων τῶν ἐν τοῖς τετράποσι, καὶ γὰρ θερμότατόν ἐστι καὶ λεπτομερέστατον· χρονίζον δὲ πᾶν σῆμα ἑαυτοῦ γίνεται θερμότερον τε καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. —Σκάνδιξ θερμαίνει καὶ ξηραίνει σφοδρῶς· οὐρητικὸς οὖν εἰκότως ἐστὶ καὶ τῶν σπλάγχνων ἐκφρακτικὸς. —Σμύλλα τμητικῆς ἰκανῶς ἐστὶ δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς. Ἄμεινον δὲ ὀπλῶντας ἢ ξήντας αὐτὴν χρῆσθαι· ἐκλύεται γὰρ οὕτω τὸ σφοδρὸν τῆς δυνάμεως αὐτῆς. —Σκολύμου ἡ ῥίζα θερμὴ καὶ ξηρὰ ἰκανῶς ἐστίν, ἀλήθως δὲ οὐραν ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ κατεψήσας πίνει· καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν μασχαλῶν καὶ ὅλου τοῦ σώματος. —Σκόρδιον ἐκ διαφόρων δυνάμεων σύγκειται· καὶ γὰρ ψυχρόν ἔχει τι καὶ σιρυφόν τε καὶ δριμύ· διακαθαίρει τε οὖν ἄμα καὶ θερμαίνει τὰ σπλάγχνα, καὶ καταμήνια καὶ οὖρα κινεῖ, καὶ σπλάσματα, καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατὰ ἐμφραξιν καὶ ψύξιν ἰᾶται σιωμένον, καὶ κολλᾷ μὲν μεγάλα τραύματα χλωρὸν ἐμπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ καὶ εἰς οὐλὴν ἄγει ταῦτα. —Σκόροδον θερμαίνει καὶ ξηραίνει σφοδρότατα καὶ βδέλλας ἐκβάλλει ὡς μηδενὸς ἑτέρου δεῖσθαι. —Σμύρνα τῶν ἰκανῶς θερμαινόντων τε καὶ ξηραινόντων ἐστίν· ἐπιπτιλομένη γοῦν τὰ ἐν κεφαλῇ τραύματα κολλᾷ. Ἄναιρεῖ δὲ καὶ ἐλμινθας καὶ ἔμβρυα πτείνει τε καὶ ἐκβάλλει. Ὑπάρχει δὲ αὐτῇ καὶ τὸ ῥυπλικόν. —Σμύρνιον θερμὸν καὶ ξηρὸν σφοδρῶς ἐστὶ καὶ οὐρητικόν, καὶ ἐμμήνων ἀγωγόν. —Στοιβὴς ὁ καρπὸς καὶ τὰ φύλλα στυπτικὴν ἔχει δύναμιν ἀδήκτον καὶ ξηραίνουσαν ἰκανῶς, διὰ ἣν τὸ μὲν ἀφέψημα αὐτῶν καὶ δυσεντερικοῖς ἐνίεται καὶ ὡς σιυρροῦσι, καὶ κολλητικόν ὑπάρχει μεγάλων τραυμάτων. Ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετὰ οἴνου μέλανος αὐσιηροῦ· ξηραίνει γὰρ ἰσχυρῶς πάσας τὰς παρὰ φύσιν ὑγρότητας. Τὰ δὲ φύλλα χλωρὰ καταπλασσόμενα δύναμιν