Ancient Greek
686.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 686.1
Unproofread scanNot analysed yet
δὲ χρὴ τοὺς εἰληφότας εὐθὺς, ἀνυπερθέτως προλαμβάνοντας συνεχῶς [ὡς] πλεῖστον ὑδρέλαιον, καὶ πάλιν παντοδαπὰ σιτία λαβόντας εἰς κόρον, αὐθὶς ἐμεῖν· ἡ γὰρ συνεκκενωθήσεται τὸ φάρμακον, ἢ ἐπικραθὲν ἀμβλυτέραν ἔξει δύναμιν. Εἰ δὲ ἔγκαίειντο τὴν γαστέραν μετὰ τὸν ἔμετον, ὑδροροδίνῳ ποτίσας αὐθὶς ἐμεῖν κέλευε. Δίδου δὲ καὶ τῆς θηριακῆς μετὰ οἴνου δυναμένης καὶ μόνης ἀντιβαίνειν τοῖς δηλητηρίοις· μὴ παρούσης δὲ αὐτῆς, ἀρκευθίδας ἐννέα καὶ σπηγάνου εἴκοσι φύλλα λειώσας πότιζε, ἢ χαμαιπίτυος βοτάνης μετὰ οἴνου, καὶ ὕπνου μὲν παντελῶς εἴργων, ψηλαφία δὲ τῶν ἄκρων χρώμενος· κἂν ὑποβιασθῆναι τὸ δηλητήριον προσδοκηθῇ, διὰ τοῦ δάκνεσθαι καὶ ἐρεθίζεσθαι τὴν κάτω γαστέραν, κλυσήροι διὸ δριμέσῳ χρήσθαι, μέλι δαψιλὲς καὶ ἀφρόλιτρον ἢ ἕτερόν τι τῶν ὑπακτικωτέρων μινύς.