Ancient Greek
687.1 to 689.5
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 687.1-689.5
Unproofread scanNot analysed yet
ξδ´. Κοινὰ πρὸς πάντα θανάσιμα φάρμακα. Χαλδάνης ∠δ´, σμύρνης ∠α´ · ταῦτα τρίψας καὶ διεῖς οἴνῳ γλυκεῖ σῴζιζε. —Ἄλλο. Πηγάνου φύλλα κ´, κάρυα βασιλικά β´, ἄλός χόνδρον α´, ἰσχάδας β´ · ταῦτα ἐσθίειν δίδου, καὶ ὑπὸ οὐδενὸς βλαβεῖσεται θανασίμου φαρμάκου. Ποιεῖ δὲ καὶ ὀρίγανον, ὀρνιθὸς καθνημένης καὶ συντακείσης ζωμὸς, [καὶ] ὀποβάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι. ξε´. Πρὸς τοὺς ὑπὸ μυκήτων πνιγομένους. Τοὺς δὲ ὑπὸ μυκήτων πνιγομένους [κουφίζει] ὀξὺ μέλι μετὰ νίτρου σινόμενον, καὶ ὀρνίθων τῶν κατοικιδίων ἀφόδος μετὰ ὀξυμελίτος · δίδου δὲ τρίψας μετὰ ὕδατος. Δίδου δὲ καὶ ῥαφανίδας ὅτι πλείστας ὅπλὰς ἐσθίειν, ἢ τρύγα οἴνου καύσας καὶ τρίψας μετὰ ὕδατος δίδου πίνειν. ξζ' Πρὸς γάλα τυρωθέν. Ὄξος πώτιζε, ἢ γλυκὺ πώτιζε, ἢ πωτίαν ὡς πλείστην μετὰ ὕδατος κρηναίου δίδου, ἢ σίλφιον καὶ θεῖον ἴσα · τρίψας διὰ ὀξυκράτου πώτιζε. ξζ' Πρὸς βδέλλας. Ὄξει ὡς δριμυτάτῳ πώτιζε, ἢ ὀξάλμῃ. Χρησιέον δὲ καὶ τοῖς τὴν κοιλίαν λύουσι · συνεκτρέχειν γὰρ εἴωθασιν τοῖς διαχωρήμασι. Ποιεῖ δὲ καὶ χυλὸς ἀναγαλλίδος σινώμενος, καὶ θύμος λειὸς σὺν ὀξεί δριμεῖ σινώμενος. Ἡμεῖς δὲ διὰ σποροδάνων βρώσιν ἐκβάλλοντες αὐτάς, οὐδενὸς τῶν εἰρημένων χρῆζομεν. ξη' Πρὸς τὰς τῶν σφημῶν καὶ μελισσῶν πληγάς. Μαλάχης φύλλα τρίψας ἐπιτίθει, ἢ σιησάμου φύλλα, καὶ αὐτὸ τὸ σήσαμον κατάπλασσε. 69. Πρὸς σκολόπενδραν. Ὄξάλμῃ δριμείᾳ θερμῇ κατάντλει, καὶ τέφραν μετὰ ὄξους κατάπλασσε. 70. Πρὸς μυγαλᾶς. Σκόροδα συντρίψας σὺν τοῖς λεπίσμασι, καὶ κύμινον ἴσον ὀγκῷ, διεῖς ἐλαίῳ κατάπλασσε τὸ δῆγμα καὶ συνάλειφε τοὺς κύκλῳ τόπους. Ἄν δὲ ἐκραγῇ καὶ ἕλκος γένηται, ὀξάλμῃ κατάντλει καὶ κριθὴν κατακαύσας κατάπλασσε ἐπὶ τὰ ἕλκη· οὐκ ἐκραγήσεται δὲ εἰ μὴ κύουσα δάκνῃ μυγαλῆ. 71. Πρὸς κυνοδήκτους καὶ ἀνθρωποδήκτους καὶ πιθηκοδήκτους. Σπόγγον ὀξεὶ δεύσας ἐπιτίθει· ἢ μαράθρου ρίζαν κόψας μετὰ μέλιτος ἐπιτίθει, ἢ ἱρίν ἰλλυρικὴν λεῖαν μετὰ μέλιτος, ἢ σύκον ἢ ἀμύγδαλα πικρὰ τρίψας ἐπιτίθει· ἢ λιθάργυρον καὶ ἅλας λεᾶνας