Ancient Greek
690.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 690.2
Unproofread scanNot analysed yet
οβ'. Πρὸς λυσσοδήκτους. Καρκίνους ζῶντας ἐπὶ λοπάδος θείς ἐξ ἐρυθροῦ χαλκοῦ καίειν δεῖ ἄχρις οὐ τεφρωθῶσιν ὡς εὐκόλως λειοῦσθαι· καίειν δεῖ μετὰ Κυνὸς ἐπιτολὴν, ὄντος ἡλίου μὲν [ἐν] Λέοντι, τῆς δὲ σελήνης ὀκτωκαιδεκαταίας, καὶ ποιεῖν φάρμακον· οἷς (τῆς¹) μὲν τῶν καρκίνων τέφρας ἐμβαλλόντα μοῖρας δέκα, γεντιανῆς δὲ μοῖρας ε' καὶ λιβανωτοῦ μοῖραν μίαν, καὶ δίδου πίνειν ἐξ αὐτοῦ τοῖς λυσσοδήκτοις κατὰ ἐκάστην ἡμέραν ἄχρι τῆς μ', ἐπιπάσσων ὕδατι κοχλιάριον ἐν εὐμέγεθες· εἰ δὲ μετὰ ἡμέρας τινὰς τοῦ δηχθῆναι προνοη τοῦ δεδηγμένου, δύο κοχλιάρια δίδου. Κατὰ δὲ τοῦ τραύματος, χρῶ φαρμάκῳ λαμβάνοντι (?)μίαν μὲν λίτραν τῆς Βρυτίας πίτης, δριμυτάτου δὲ ὄξους ξέστην Ἰταλικὸν καὶ ὀποπάνακος οὐγγίας τρεῖς. Τούτοις εἰ'