Ancient Greek
691.1 to 691.5
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 691.1-5
Unproofread scanNot analysed yet
τις χρῶτο, σώσει τοὺς λυσσοδήκτους ἀεί. Ἡ ξηρὰ δὲ καλαμίνθη ὡς ἐναργῇ καὶ διὰ ταχέων βοηθεῖ τοῖς ὑπὸ τῶν ἰοβόλων δηχθεῖσι, καὶ τοῖς προσεισχημαμένοι τι δηλητήριον, ἤγε ἀριστα κατασκευασθεῖσα, δηλοῦντι μετὰ ἐπιμελείας τῆς πολλῆς καὶ ἐμπειρίας πρὸς τὰ τῶν ἰοβόλων δήγματα ποιεῖ, ῥάδιως ἐκ τοῦ βάθους ἐπισπωμένη πρὸς ἑαυτὴν πᾶσαν τὴν περιειμένην ὑγρότητα. Καὶ τὸ κέστρον δὲ ἐπιπατιόμενον τοῖς ἕλκεσι βοηθεῖ πᾶσι τοῖς τῶν ζηρίων δήγμασι, καὶ τὸ εἰς ὀθόνιον ὁμοίως. Πινόμενα δὲ πηγάνου ἀγρίου σπέρμα, πυτία νεαροῦ λαγωοῦ, σεύτλου ῥίζης χυλὸς, ταῦτα σὺν οἴνῳ λαμβανόμενα. ογʹ. Πρὸς τὸ λαμβάνειν ἔχιδνας ἀλύπως. Δρακοντίου τῆς ῥίζης χυλῷ ἐὰν τις συγχρίσῃ τὰς χεῖρας, λαμβάνει ἂν ὁ τοιοῦτος ἔχιδνας ἀλύπως. Ἄλλὰ τί ταῦτα γράφομεν πρὸς