Ancient Greek
697.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 697.2
Unproofread scanNot analysed yet
4. μη] καὶ M. νου, καὶ ἄλῶν συμμετρῶν ἐπεμβαλλομένων μετὰ τὴν ἐψησιν τὴν αὐτάρκη. Ἀπομείναντος δέ τινος λειψάνου τῶν ἀτμῶν ἢ χυμῶν, παραμένουσης δὲ τῆς σφηνώσεως καὶ ὀδύνης, τὸ μὲν ῥόδινον μηκέτι προσφέρειν, χαμαιμηλίνῳ δὲ χρῆσθαι θερμῷ μετριῶς καὶ ὑστέρον ἱρίνῳ· κατὰ τοῦτο μὲν ταῦτα μιγνύνειν, ὡςτὲ μὲν ἀμαραχίνου, ὡςτὲ δὲ νάρδου. —Τὴν δὲ ἐπὶ ὠληγῆς κεφαλαλγίαν ἢ καταπτώσεως γινώσκειν μὲν μηδὲ φλεγμονῆς διαφέρειν· εἰ δὲ εἴσω τοῦ κρανίου διαδοθεὶν τὰ τῆς φλεγμονῆς οὐκ ἀκίνδυνον τὴν τοιαύτην κεφαλαλγίαν νομιστέον. Χρὴ οὖν ἀπὸ φλεβοτομίας καὶ κλυστήρων ἐπὶ τούτων τὴν ἀρχὴν τῆς θεραπείας ποιεῖσθαι, καὶ πυρίαν διὰ σπόγγων, καὶ σίλημα ἐκ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδεμένον ἐπιτιθέναι, καὶ ἄλλα ποιεῖν, ὅσα ἐπὶ ταῖς φλεγμοναῖς. —Ἐπὶ δὲ τῶν σειριώτωνν παιδῶν ὠφελίμως κατὰ τοῦ βρέγματος ἐπιτίθεται κολοκύντης ξέσματα, ἢ σικύου τοῦ στέφανος τὸ παρακείμενον τῇ