Ancient Greek
699.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 699.1
Unproofread scanNot analysed yet
σαρκὶ δέρμα, ἢ σιρύχου τοῦ κηπαίου τῶν φύλλων ὁ χυλὸς μετὰ ροδίνου. β' Περί κεφαλαίας. 1 Τὴν χρονίαν καὶ δύσλυτον κεφαλαγίαν, καὶ παροξυνομένην σφοδρῶς ἐπὶ μικραῖς αἰτίαις οὕτως ὡς μήτε ψόφον μήτε μειζόνα 2 φωνὴν φέρειν μήτε αὐτὴν σφοδροτέραν, κεφαλαίαν καλοῦσιν. Καὶ δεῖ σκοπεῖσθαι πότερον πλῆθος ἐστὶ τὸ ποιῶν αὐτήν, ἢ ἐμφραξις ἢ φλεγμονὴ τις· εὑρήσεις γὰρ τὰς μὲν μετὰ βάρους ὀδύνας διὰ πλῆθος γινομένας, τὰς δὲ μετὰ δήξεως ἢ διὰ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰς δὲ μετὰ σφυγμοῦ διὰ φλεγμονὴν ὑμενώδους σώματος, 3 μετὰ δὲ βάρους διὰ πλῆθος εἴσω τῶν ὑμῆνων κατεχομένων. Ἐὰν μὲν οὖν πλῆθος αἴτιον εὕρῃς χυμῶν ἢ ἀτμῶν, εἰ μὲν διὰ τὴν τοῦ παντὸς σώματος πληθμονὴν, τὸ πᾶν σῶμα κενώσας, ἴασθ τὴν κε-