Ancient Greek
705.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 705.2
Unproofread scanNot analysed yet
5 Περὶ ῥεουσῶν τριχῶν. 1 Ῥύσις γίνεται τριχῶν, ἀραιωθέντος τε τοῦ δέρματος καὶ τῆς τρεφοῦσῆς αὐτὰς αἰτίας οὐκ ἐπιρρεούσης. Σκοπὸς οὖν ἐστὶ τῆς ἰάσεως ἐπισπάσασθαι μὲν αἷμα, πυκνοῦν δὲ ἡρέμα καὶ σφίγγειν τὸ κεχαυνωμένον δέρμα διὰ τινων φαρμάκων· τοιαῦτα δὲ ἐστὶ τὸ τε λάδανον καὶ τὸ σχίνινον ἔλαιον αὐτοφυῆς· ἐλκτικῆς γὰρ ἐστὶν ἄμφω καὶ συνακτικῆς δυνάμεως, ὥστε ἐπινοῆσαι δυνατόν [οὐκ] ἐστὶν ἀμείνον φάρμακον πρὸς ῥεούσας τρίχας τοῦ μιχθέντος ἐκ τε τοῦ λαδάνου