Ancient Greek
706.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 706.1
Unproofread scanNot analysed yet
καὶ τοῦ σχινίνου ἐλαίου. Δῆλον δὲ ὅτι ξυραμένοις μὲν, παχύτερον χρὴ προσφέρειν τὸ φάρμακον, ἐν χερῷ δὲ κειραμένοις, ὑγρότερον. Πολλῆς δὲ οὔσης τῆς ῥύσεως καὶ ἀραιότητος ὑποπτευομένης μειζόνος χρησίμως μιχθείῃ ἂν ἀντὶ τοῦ σχινίνου τῷ λαδάνῳ τὸ μύρσινον ἐλαῖον· μιχθείῃ δὲ ἂν δεόντως ποτὲ καὶ τὸ νάρδινον μύρον ἐπὶ ψυχρᾶς ἡλικίας καὶ ὥρας χειμερινῆς. Πρὸ δὲ τῆς τοῦ φαρμάκου χρήσεως, ἀνάτριψις παραλαμβανέσθω τῆς κεφαλῆς. Συμβαίνει δὲ ἡ ῥῦσις τῶν τριχῶν, φιλενοσίαις μὲν τοῖς νοσοῦσι· καὶ χρεία διαίτης τούτοις ἀναληπτικοῖς, ὡς χωρὶς φαρμάκων τοὺς πολλοὺς ὑγιαίνειν τελείως. Ἔστι δὲ ὅτε καὶ χωρὶς νόσου ῥύσονται, ἐπὶ ὧν τοῖς εἰρημένοις χρυσόμεθα· [ἢ] ἄκτὴν καύσας μετὰ κηρωτῆς μίξον καὶ χρώ· τοῦτο αὐξεῖ καὶ πυκνὴν ποιεῖ τὴν τρίχα, ὥστε μὴ ῥεῖν· [ἢ] μελανθίου καύσας καὶ μετὰ ὕδατος τρίψας, κατάπλατε· ἐνθα δὲ ἂν βουληθῇ μάλιστα ἀναφυῖναι τρίχας, μάλιστα δὲ ἐπὶ ὀφρύων. Ἐκ