Ancient Greek
707.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 707.1
Unproofread scanNot analysed yet
πυρικαύτου τρίχας ἀναφυῆναι συκῆς φύλλα λειοτριβηθέντα καὶ καταπλασθέντα ποιεῖ. ζ'. Περί τῶν φθειρόντων τὰς τρίχας [καὶ τῶν ποιούντων] καλλίτριχας. 1 Τρεῖς εἰσὶ τῶν φθειρόντων τὰς τρίχας διαφοραὶ, τὰ ψιλωθρα, τὰ λεπλύνοντα, τὰ παντελῶς ἀφανίζοντα· ἀλλὰ ταῦτα μὲν ἐπισφαλερὰν τὴν χρῆσιν ἔχει· πολλάκις γὰρ οὐ μόνον τὰ χρισθέντα μόρια ψιλοῖ καὶ ἄτριχα τοῦ λοιποῦ ποιεῖ, σὺν αὐταῖς δὲ καὶ πᾶν τὸ σῶμα ψιλοῦται καὶ διαμένει τοιοῦτον· τἆλλα δὲ ἀμφότερα τὴν 2 χρῆσιν παρέχει ἀσφαλῶς. Τῶν μὲν οὖν ψιλούντων ἀσφαλῶς ἡ τε κονία σιλαχτὴ χρήσιμος· καὶ ἄρσενικὸν καὶ σανδράκη καὶ τίτανος ἄσβεστος, τῶν σφοδρῶν δηλονότι φραγομένων τῇ τῶν ἀσθενεστέ- 3 ρων μίξει. Τὰ δὲ λεπλύνοντα τὰς τρίχας ῥυπλῖκα κατὰ δύναμιν ἐστίν, ὧν μετρία μὲν καὶ κυάμων καὶ ὄρβων ἄλευρον, ἀφρόλιτρόν