Ancient Greek
744.3
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 744.3
Unproofread scanNot analysed yet
Σίκυος ἐδώδιμος καὶ ὁ μὲν ἤδη πέπων λαμπρύνουσι τὸ σῶμα. καὶ μάλιστα εἰ ξηράνας τις τὸ σπέρμα, κάπειτα κόψας τε καὶ σήσας ρύμματι χρῶτο. Κροκοδείλου χερσαίου κόπρος, λαμπρὸν τε καὶ τετανὸν ἐργάζεται τὸ πρόσωπον. Ὁμοία δὲ ἐστὶν αὐτῇ καὶ ἡ τῶν ψαρῶν, ὅταν ὀρυζαν μόνην ἐσθίωσιν. Ἀπορρύπτιουσιν οὖν καὶ ἐφήλιν. —Σικύου ἀγρίου τὰς ρίζας κόψας, φώξον, καὶ ἐψήσας διὰ ὕδατος, τρίψον λεῖα καὶ κατάπλασσον· τετανὸν ποιεῖ καὶ λευκὸν τὸ πρόσωπον. Ὁμοίως καὶ βρυωνίας ρίζαι ἐν ἐλαίῳ ἐψηθεῖσαι καὶ χριόμεναι σιληπνὸν ποιοῦσι τὸ πρόσωπον. —Ὄρόβους οἴνῳ εὐώδει λειώσας κατάπλασσε·