Ancient Greek
745.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 745.1
Unproofread scanNot analysed yet
ἢ, σεμιδαλεως χυλὸν κατασῆψας, ἀπόχεε τὸ ὑγρόν, καὶ τῇ ὑποσλάμῃ πρὸς μῖξον ὡοῦ τὸ λευκόν, ποιῶν μέλιτος πᾶχος· καὶ τοῦτο χρίε τὸ πρόσωπον ἐν ἡλίῳ μέλλων διατρίβειν. Ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος πρὸς πλῦζε ψυχρῷ πολλῷ. Ποιεῖ καὶ γῆ Χία χρωμένη, καὶ μαστίχη. Εὐχρου τὸ πρόσωπον καὶ πᾶν τὸ σῶμα ποιεῖσαι, πελεκήματα κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ ζέσας, τῷ ἀποζέματι ἄλειφε πᾶν τὸ σῶμα. Πρὸς δὲ τὸ ὑπὸ ἡλίου μὴ ὑποκαίεσθαι καὶ τὴν γινομένην ἐπίκαυσιν ἰάσθαι, βολβὸν λευκὸν μετὰ μέλιτος λεῖον καταχρίε.