Ancient Greek
747.2
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 747.2
Unproofread scanNot analysed yet
1. χρῆζει F. Πρὸς βεβρωμένους ὀδόντας καὶ μύλας, καὶ πεπελιδωμένους καὶ ὀδυνωμένους. Πρὸς βεβρωμένους ὀδόντας κηχίδα λείαν λυκίῳ ἢ τερμινθίνῃ, ἀναλαβὼν περιπλάττε, περικαθάρας πρότερον. Πέπερι ἢ καχρὺ ἐπίῳ ἀναλαβὼν, ἐντίθει εἰς τὸ βρῶμα, ἢ πύρεθρον μετὰ σμύρνης, ἢ ὄπὸν Κυρηναϊκὸν καὶ πέπερι ἴσα μετὰ χαλκάνης. Πρὸς δὲ βεβρωμένην μύλην, μελάνθιον φώξας καὶ τρίψας μετὰ ὄξους δριμέως καταπλάσσε τὸ βρῶμα, καὶ οὐκέτι βρωθήσεται. —Ἑλλεβόρου μέλανος, ἡλίκον ὄρόδιον σὺν μέλιτι ἐφθῷ ἐπιτίθει. —Καὶ τοὺς πεπελιδωμένους δὲ διὰ τῶν ξηραίνοντων, ὡς ἂν ἐξ ἐπιρροῆς ὑγρῶν μοχθηρῶν τοῦτο πάσχοντες, ὁμοίως δὲ θεραπεύσεις τοῖς βεβρωμένοις. —Ὀδυνωμένων δὲ ὀδόντων χωρὶς φλεγμονῆς οὐλῶν, ποτὲ μὲν αὐτὸ τὸ σῶμα τὴν ὀδύνην ἔχει, ποτὲ δὲ τὸ καταφυόμενον νεῦρον· σφοδροτέραν δὲ δεόντα φαρμάκων, εἴτε ἀποκρούεσθαι τις εἴτε διαφορεῖν βούλοιτο, τὸ τῆς ὀδύνης αἴτιον, εἴτε χυμὸς εἴτε φυσώδες πνεῦμα εἴη· διὸ καὶ τὰ πλεῖστα αὐτῶν διὰ ὄξους σκευάζεται δριμυτάτου.