Ancient Greek
749.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 749.1
Unproofread scanNot analysed yet
ζ'. Πρὸς ὀδόντων ἀλγήματα καὶ περὶ τῶν ἐψυγμένων καὶ τῶν σειομένων. 1 Ἄρνογλώσσου ῥίζαι διαμασθόμεναι τε καὶ διακλυζόμεναι ἀφεψηθεῖσαι, ἢ μυρτίνης κλωνία μετὰ ὄξους ἀνεξεσμένα, ἢ πεντάφυλλου ῥίζα καδεψηθεῖσα ἐν οἴνῳ, ἢ κηλὶς ἐν ὄξει ἰκανῶς ἐψηθεῖσα, ἢ ἐλλεόρος μέλας ὄξει διακλυζόμενος, ἢ καππάρεως ῥίζης φλοιός. Ἐπὶ δὲ τῶν ἐψυγμένων, πυρέθρου ῥίζα, οἴνου τρυξ θερμή, ὕσσωπον, σιαφὶς ἀγρία, γλήχων μετὰ ὀξυμελίτος, ὕοσκύαμου τὸ σπέρμα καὶ φύλλα σὺν ὄξει ἢ ὀνείῳ γάλακτι διακλυζόμενα· τοῦτο καὶ τοὺς σειομένους στερεοῖ. Πυριάσεις δὲ ἐξωθεν μὲν, διὰ ἄλῶν πεφωγμένων ἢ κέγχριον εἰς μαρσούπους. Αὐτὸν δὲ τὸν ὀδόντα πυριάσετε, ὀριγάνου ξηροῦ κλωνίον εἰς ζεστὸν ἔλαιον βάψαν τῷ πονοῦντι ὀδόντι ἀνωθεν ἐπερείσαν.