Ancient Greek
765.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 765.1
Unproofread scanNot analysed yet
οζ´. Πρὸς φωνῆς ἀποκοπὴν. Χυλὸν κράμβης μετὰ μέλιτος ἐψήσας, δίδου ἐκλείχειν. —Ἄλλο 1 ποιεῖ δὲ καὶ πρὸς βῆχας · Λινοσπέρμου κεκαυμένου καὶ σεσησμέ- 2 νου, σταφίδων λιπαρῶν, χωρὶς τῶν γιγάρτων, σιροβηλῶν πεφρυγμένων, καρπῶν ποντικῶν πεκαθαρμένων, ἴσα λεάνας καὶ μέλιτι 3 ἀπέπτω ἀναλαβὼν, δίδου κοχλιάριον ὑπὸ γλώττης. —Πρὸς τὰς 5 τῆς φωνῆς ἀποκοπάς · Γλυκυρίζης ∠η´, σμύρνης ∠κδ´, τερεβινθίνης ∠ς´, τραγακάνθης ∠η´ · ἕκαστον τῶν ξηρῶν κόπτε κατὰ ἰδίαν καὶ σῆθε · τὴν δὲ ρητίνην εἰς ὄλμον βαλὼν, κόπτε καταπάσσων τὰ ξηρά · εἶτα ἐνώσας, ἀνάπλατε κυάμου αἰγυπτίου [τὸ] μέ- 4 γεθος, καὶ ξήραινε ἐν σκιῇ. Ἐπὶ δὲ τῆς χρήσεως, δίδου ἐν ἡ β´ ὑπὸ 10 5 τὴν γλῶτταν κατέχειν, καὶ τὸ ττηκόμενον σαραπέμπειν. Δεῖ δὲ τὸ φάρμακον ταχέως ἀναπλάττειν καὶ ἐν τῷ κόπτεσθαι · ξηραίνεται γὰρ τάχιστα.