Ancient Greek
766.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 766.1
Unproofread scanNot analysed yet
on'. Περὶ βηχὸς καὶ δυσπνοίας καὶ καταρροῦ καὶ κορύζης καὶ βράγχου, καὶ τῶν ἐν θώρακός καὶ πνεύμονος πλῦσεων. Βηχὸς αἴτιον ἐστὶν ὑγρὸν τὸ καταφερόμενον ἀπὸ τῆς κεφαλῆς, ὡς ἐν καταρροῖς, ἢ τὸ ἐν ταῖς τραχεῖαις ἀρτηρίαις περιεχόμενον, ὡς ἐν πλευρίτισι καὶ περιπνευμονίαις. Γίνονται δὲ καὶ τραχύτητες φάρυγγος καὶ ἀρτηρίας τῆς τραχείας αἴτια βηχὸς, καὶ τὰ παρεμπίπλοντα πινόντων ἢ ἐσθιόντων, καὶ δυσκρασία ψυχρὰ ἀναπνευστικῶν ὀργάνων. Βήτουνσι δὲ μετριῶς οἱ διὰ δυσκρασίαν βήτουντες καὶ οὐδὲν ἀνάγουσιν, οὕτω δὲ καὶ ἀδιδάλως ὡς μὴ μόνον [ἑαυτοὺς?] κατέχειν δύνασθαι καὶ κωλύειν αὐτὴν τὴν κατοχὴν τοῦ πνεύματος, ἀλλὰ καὶ ἴασθαι πολλάκις αὐτήν, τῇ τῆς ἀναπνοῆς ἐπισχέσει τὰ κατεψυγμένα τῶν μορίων ἐκθερμαίνοντας. Σημεῖα δὲ τῶν οὕτω βηττόντων ἐστὶ τὸ κατὰ τὰς ἀθρόας οὓς ἂν (οὔσας;) εἰσπνοὰς ἐρεθίζεσθαι, δηλουτὶ τῆς ψύξεως ἐπιτεινομένης· ὅτε οὖν πρᾶως τε εἰσπνέωσι, καὶ ἐν οἴκῳ θερμῷ διατρίβωσιν, ἢ μικρὸν ἢ οὐδὲ ὅλως βήτουνσιν. Αἱ δὲ μετὰ γαργαλισμοῦ συνιστάμεναι βήχες ἐνδείκνυνται σαφῶς ἀπὸ τῆς κεφαλῆς συνδίδοςθαι τὸ ρεῦμα εἰς ἀρτηρίαν τε καὶ πνεύ-