Ancient Greek
769.3
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 769.3
Unproofread scanNot analysed yet
πη'. Περὶ κωλικῶν. 1 Οἷς ἂν ἐν τῷ κώλῳ καὶ τοῖς ἐντέροις ἐνίξη τις δακνώδης χυμὸς, βλάπτονται μὲν ὑπὸ τῶν θερμῶν τροφῶν καὶ φαρμάκων, καὶ ἀσιτοῦντες παροξύνονται· διατίθενται δὲ ἄμεινον τοῖς κατακεραστοῖς χρώμενοι. Δεῖ οὖν περικλύζειν ἐνῆματι πρῶτον μελικράτῳ ἢ χυλῷ πλισάνης, καὶ τροφὰς εὐχύμους καὶ δυσφθάρτους παραλαμβάνειν· Φεύγειν δὲ τὰ λεπτύνοντα καὶ θερμαίνοντα· χρὴ γὰρ ἢ κενῶσαι τὸν χυμὸν ἢ κατακεραῖσαι· μηδετέρου δὲ τούτων δυνατοῦ γενομένου, καταφεύγειν ἐπὶ τὴν τῶν ναρκωτικῶν χρήσιν· τοὺς γὰρ ἐν τοιαύτῃ διαθέσει, οὐ μόνον τὸ ναρκοῦν τὴν αἴσθησιν ἐπικουφεῖ τῆς ὀδύνης, ἀλλὰ καὶ τῷ παχύνειν τὴν λεπτότητα τῶν ὑγρῶν