Ancient Greek
770.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 770.1
Unproofread scanNot analysed yet
καὶ ἐμψύχειν τὴν θερμότητα, μεγάλως ὠφελεῖ. Παχέων δὲ ὄντων καὶ γλίσχρων χυμῶν τῶν τῆς ὀδύνης αἰτίων, μηδαμῶς προσφέρειν τὰ ναρκωτικά· κουφίζονται μὲν γὰρ ἐπὶ τῇ χρήσει τούτων ναρκουμένης τῆς αἰσθήσεως μόνης, πάλιν δὲ ἴσχουσι κάκιον, παχυνομένων ἐπὶ πλεῖον τῶν χυμῶν καὶ δυσεκρίτων γινομένων. Θεραπεύσομεν οὖν τούτους οὐδὲ τοῖς σφοδρῶς θερμαίνουσιν· αὐξονται γὰρ ὑπὸ τούτων αἱ ὀδύναί, χεομένων τῶν χυμῶν καὶ πνευματουμένων, ἀλλὰ τοῖς ἄνευ τοῦ θερμαίνειν σφοδρῶς τέμνουσι καὶ τοῖς ἀφύσοις. Ἐπεὶ δὲ τὸ σκόροδον πάντων ἐστὶν ἀφυσότατον, εἰ μὴ ῥαρεῖν πυρετὸς, τούτου τε προσοίομεν, καὶ τοῦ ἡριακοῦ φαρμάκου, γενναίως ὠφελούντες τὴν τοιαύδε διάθεσιν· πυρετοῦ δὲ ὄντος, τῇ διὰ τῶν κέγχρων πυρίᾳ χρησόμεθα· καὶ ἐνεψήσαντες ἐλαίῳ λεπτομερεῖ. τῶν ἀφύσων τι σπερμάτων, εἶτα διηθήσαντες καὶ μίξαντες τῷ ἐλαίῳ στέαρ χηνὸς ἢ ὄρνιθος ἀνάλογον ἐντίσομεν. Μὴ παυσάμενης δὲ ἐπὶ τούτοις τῆς ὀδύνης καὶ πάλιν ἐνίεμεν μίξαντες