Ancient Greek
792.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 792.1
Unproofread scanNot analysed yet
παθος · προδηλοῦται γὰρ τὰ πολλά πρόρρωθεν · ἥχοι γοῦν, καὶ ψόφοι, καὶ σπασμοὶ μορίων τινῶν, χείλους τε τοῦ κάτω τρόμοι, καὶ ἀφωνία, καὶ λήθη, καὶ δυσώδεις δοκῆσεις (ρ), καὶ ὕπνοι βαθεῖς παρὰ τὸ εἰωθὸς ἢ ἐπιπόλαιοι καὶ φαντασιώδεις, καὶ ἐφιαλται συνεχῶς σνίγοντες, πρὸς ἀφροδισιά τε ἄμετρα ὀρμῆ, συνεχῶς καὶ οὐχ ἅπαξ ἢ δις προσπίπτοντα, ἀποπλεξίαν τινα γενήσεσθαι προσημαίνει, καὶ ἐπιληπτικὸν τρόπον ἢ παραπληκτον ἢ μελαγχολικὸν ἢ μανιώδη. Χρὴ οὖν διδάσκειν τὸν ἰατρὸν καὶ παρακαλεῖν ὡς ὅτι 2 τάχιστα βοηθεῖν · ἴσως γὰρ οὕτως, ἢ φλέβα τεμὼν ἢ καθαρτήριον 10 δούς, ἢ καὶ ἀμφοτέροις χρησάμενος, ἢ καὶ τισὶν ἑτέροις τοῖς ἀρμόζουσιν, εἴργει τὴν γένεσιν αὐτῶν. Καὶ τῶν ὑποχύσεων δὲ τῶν ἐν 3 ὀφθαλμοῖς ἀμβλυωπία τε προηγούται καὶ τὰ προηγούμενα τῶν ὀφθαλμῶν οἷονεὶ κωνώπια ἢ τρίχες ἢ ἕτερον, καὶ πόνος τῆς κεφαλῆς. Καὶ ταῦτα οὖν διδάσκειν τὸν ἰατρὸν · χρήσαιτο γὰρ οὗτος 4 15 καθάρσει καὶ διαίτῃ ἀρμοτιούσῃ καὶ τοῖς ἄλλοις τοῖς ὠφελούσι.