Ancient Greek
793.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 793.1
Unproofread scanNot analysed yet
Κόποι δὲ αὐτόματοι καὶ ὕπνοι βαθεῖς ἢ φαντασιώδεις ἢ ἀγρυπνίαι, ἱδρώτες τε μετὰ τοὺς ὕπνους, καὶ δίψα παρὰ τὸ εἰωθὸς καὶ σιτίων ἀποστροφή, πυρετώδη πάντα. Διὸ δὴ καὶ ταῦτα μαθὼν ὁ ἰατρὸς ποιήσει τὰ προσήκοντα. Καὶ τὴν περὶ θώρακα δὲ συμπίπτοντα, εἰ μὴ ἀνενέγκοι τις τῷ ἰατρῷ, κίνδυνον αἱμορροΐχον ἢ ἐμπυϊχὸν γενέσθαι. Καὶ μέλαν δὲ οὖρον νεφρῶν ἐστίν, ὅτε λιθίασιν προσημαίνει, καὶ μᾶλλον ἐπὶ πρεσβυτῶν· ἀλλὰ εἰ μάθοι ὁ ἰατρὸς, ἐξευρήσει τινὰ προφυλακτικά, διὰ τε τῶν οὐρητικῶν καθαίρων τοὺς νεφροὺς, κελεύων [τε καὶ] μὴ κατατείνεσθαι, [καὶ] μὴ γυμνάζεσθαι, χρῶμενον ἱππασίᾳ, καὶ ὀχήματι, μήτε ἐπιπολὺ ἴστασθαι. 10 Δεῖ δὴ μηδὲ τῶν ἀλγημάτων ὅταν περὶ τι ἄρθρον γένηται τοῦ σωδὸς ἀμελῶς ἔχειν· κἄν γὰρ ἅπαξ συμπέσῃ ῥάθυμησάντων, ἐπανέρχεται πάλιν, κἂν ἐπιπολὺ διαλείπῃ, σὺν κακῷ μείζονι καὶ δυσιάτῳ· θεραπεύειν οὖν ἐν ἀρχαῖς ἀμείνων, ὅτε καὶ ἱ ἴασις ῥαδία.