Ancient Greek
794.1
Oribasius Med., Libri Ad Eunapium (Lib. 1-4) 794.1
Unproofread scanNot analysed yet
Kai τὰς πολλάκις δὲ γινομένας ἀπεψίας καὶ διαρροίας ὑποπτεύειν, καὶ τὰς ἐμπνευματώσεις καταμηνύειν τε τῷ ἰατρῷ· παρασιωπησάντων γάρ, τὰ χαλεπώτατα συμπίπτει, οἷον ἐστὶ καὶ τὸ φυσώδες καλούμενον πάθος, [καὶ?] ὅπερ, φόβου καὶ λύπης ἀλόγου προσγενομένης, μελαγχολία καλεῖται. Πλεῖστα δὲ καὶ ἄλλα διὰ τὴν ἀμέλειαν εἰς ἀνίκησον κακὸν προῆλθε· διὸ χρὴ περὶ μηδενὸς μήτε μικροῦ μήτε μεγάλου τῶν συμβαινόντων παρὰ τὸ εἰωθὸς ἀποσιωπᾶν.