Ancient Greek
101.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 101.1
Unproofread scanNot analysed yet
οὐδόλως συγχέεται. [Εἰ δὲ καὶ κηρὸν ἢ ἔμπλαστρος δέχοιτο, δεῖ σὺν τῷ κηρῷ τὴν ῥόπολιν ὥσπερ καὶ τὴν χαλβάνην κόψαντας ἐμβαλλειν.] Ἄμμανιακὸν περὶ μέσην ἐμβαλλε τὴν ἔψησιν· δεῖ δέ, εἰ μὲν δύναιτο λεανθῆναι, λεπτὸν ἐμπάσσειν· εἰ δὲ μή, σὺν ὑγρῷ τινι λειοτριβεῖν· ἐὰν μὲν ἐναιμος ἢ ἔμπλαστρος ἦ, σὺν ὄξει ἢ σὺν οἴνῳ· [ἐὰν δὲ συριγγιακὴ ἢ χοιραδική, πάντως σὺν ὄξει·] ἐὰν δὲ μαλακή, οἷαί εἰσιν αἱ δακτυλικαί, σὺν ὕδατι, καὶ γλοιώσαντας οὕτως ἐγχεῖν διεψυγμένων τῶν ἄλλων, ἵνα μὴ ἀναζέσωσιν. Ὀποπάναξ ἐμβάλλεται πολὺ ὕστερον ἄμμανιακοῦ· παντελῶς δὲ ὀλίγης ἐψήσεως χρήζει. Δεῖ δὲ καὶ τοῦτον προλεαίνειν σὺν οἴνῳ ἢ ὄξει. Χαλδάνη ἔψησιν οὐδόλως φέρει, ἀλλὰ διὰ τὸ ἀμόλυντον γενέσθαι τὴν ἔμπλαστρον αἴρειν ἀπὸ τοῦ πυρὸς δεῖ καὶ μαλάξαντας αὐτὴν