Ancient Greek
102.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 102.1
Unproofread scanNot analysed yet
ἐμβαλεῖν. Σαγαπηνὸν κόπτεται δὲ ἐν ὀλμῷ καὶ ἀπαλὸν γενομένου συμβαλάσσεταί τῇ ἐμπλάστρῳ μετὰ τὸ χωρισθῆναι τοῦ πυρός. Ἄλδη ἐμπάσσεταί μετὰ τὴν ἐψησιν. Ὅπως μῆκανος ἐμβρέχεται πρὸ μιᾶς ἡμέρας ἐν ὕδατι ὀλίγῳ, εἶτα λειοῦται ἐν θυίᾳ, κάπεται οὕτως αὐτοῦ καταχεῖται ἡ ἐμπλασίρος. Θαψία ἐμπάσσεταί τελευταία [ἢ λειοῦται ὑγρῷ τινι.] Βδέλλιον λειοτριβηθὲν ἐμπάσσεταί μετὰ τὸ ἀρθῆναι τὴν ἐμπλασίρον ἐκ τοῦ πυρός· εἰ δὲ λιπαρὸν τυγχάνον μὴ δύνατο λειοῦσθαι, παραπλησίως τῷ σαγαπηνῷ κόψαντες αὐτὸ καὶ ποιήσαντες ἐμπλαστώδες οὕτω συμβαλάζομεν τῇ ἐμπλάστρῳ μετὰ τὴν ἐψησιν. Λιβανωτὸς καὶ μάννα ἐπὶ τέλει τῆς ἐψησεως ἐμπάσσεται. Σμύρνα λειοθεῖσα ἢ σὺν ὀλίγῳ μέλιτι, ἢ σὺν ὄξει ἢ ὕδατι [ἢ οἴνῳ], ἐὰν ὑγρὸν ἐπίδεχται ἡ ἐμπλασίρος, οὕτως ἐμβαλεταί συντετελεσμένης τῆς ἐψησεως. Σπερμάτων δὲ καὶ ρίζων καὶ βοτανῶν