Ancient Greek
104.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 104.4
Unproofread scanNot analysed yet
β'. Πυοποιοῖς ἐννεαφάρμακος ἀκρως ποιοῦσα καὶ εἰς τὰς κενὰς συντρήσεις τὰς περὶ θώρακα καὶ σύριγγας μετὰ τὸ ἐκτυλωθῆναι · ποιεῖ δὲ καὶ πρὸς τὰς ἐν μήτρα σκληρίας, καὶ τὰ ἕλκη τὰ ἐν αὐτῇ θεραπεύει ἀνειμένη. —Κηροῦ, μυελοῦ ἐλαφείου, στέατος χυνείου, ταυρείου, βουτύρου, τερμινθίνης, μέλιτος, ῥοδίνου ἐλαίου, κικίνου, πάντα ἴσα. Τινὲς δὲ ἀντὶ τοῦ ῥοδίνου καὶ τοῦ κικίνου ἐνέβαλον σούσινον ὃ σπέρ ἐστι κρίνινον γενόμενον ὡς τὸ ῥόδιον ἀπὸ φύλλων κρίνων. Ἀνακαθαίρει, ἐπουλοῖ, σαρκοῖ.