Ancient Greek
104.5
Oribasius Med., Synopsis Ad Eustathium Filium 104.5
Unproofread scanNot analysed yet
γ'. Ἡ διὰ καδμείας ἐπουλωτική. —Καδμείας κεκαυμένης καὶ οἴνῳ κατεσβεσμένης, χαλχίτεως ὀπλῆς ἀνὰ χ α', κηροῦ χ β', κολοφωνίας χ β', ἐλαίου μυρσινίνοῦ χ α', οἴνου ἰταλικοῦ τὸ αὐτάρκες. Τρίβε χαλχίτιν, καδμείαν τῷ οἴνῳ ὥστε ὑγρὰς κηρωτῆς ἔχειν σύσλασιν, τὸν δὲ κηρὸν καὶ τὴν ῥητίνην τήξας ἐν χύτρᾳ ὀστρακίνῃ παράχει τὰ μεταλλικὰ μετὰ τοῦ οἴνου, καὶ πάντα λειώσας ἐν θύια χρῶ μαλάξας, πρὸς μὲν τὰ χρόνια ἀκράτω, πρὸς δὲ τὰ πρόσφατα μετὰ κηρωτῆς ῥοδίνης.