Ancient Greek
115.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 115.2
Unproofread scanNot analysed yet
1 κ'. Αἰμηρή. —Λίθος ἐστὶ πυκνὸς, βαρὺς, λεῖος, χροιὴν ὅλος αἰμηρὸς, μονόχροος ὅν μηδικὸν καλέουσι· καυθεὶς οὕτως ὡς φλογερὸς γενέσθαι, εἶτα ἀποψυχθεὶς λευκὸς ἂν φαίνοιτο, τριφθεὶς δὲ καὶ λειωθεὶς εὖ μᾶλα χροιὴν ἀμείβεται· οὔτε γὰρ ἔτι λευκὸς ὁ τέως ἀρχήθεν πᾶμπαν αἰμηρὸς, βραχὺ δέ τι παραλλαγμένος ἐπὶ τὸ ῥοδοχρωτέρον. Τὸν λίθον τούτουλ τρίψας καὶ διασήσας, ἔπειτα προσμίξας ψοῦ τῆς ἀλεκτορίδος τὸ λευκόν, ἐμπαλὶν [τε] καλῶς λειήνας χρίοις τῶν παιδίων τὰ ἕλκη τὰ ἀσθόμωτα. Καὶ μὴν γε καὶ τὰ ἐρπηστικὰ ἐπιστήσεις ἂν καὶ ξηράνειας καὶ καθήραις, ὀμαλὰ τε καὶ λεῖα ῥεῖης καὶ κατουλώσεις. Τευξίας δὲ ἂν ἐξ αὐτοῦ φάρμακον ἄριστον, τῆς ῥητίνης τῆς κολοφωνίας λαβόμενος μέρη δ' ἐπὶ τοῖς εἴκοσι, καὶ τῆς ἄλλης τῆς ὑγρᾶς μέρη δ', κηροῦ μέρη δ', ἐλαίου