Ancient Greek
116.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 116.1
Unproofread scanNot analysed yet
μέρη γʹ, καὶ τοῦ λίθου τοῦ αἰμηροῦ μέρος εʹ. Τὴν κολοφωνίαν ἅμα τῷ ἐλαίῳ ἐπὶ πυρὸς μαλθακοῦ σιράως ἐψήσας, ἔπειτα ἐπευδάσας μενον τὸν κηρόν, τακέντος ἐμπάσας τὸν λίθον, μετὰ δὲ ταῦτα ἐπάνω σιειρωμένῳ σκληρότερον μᾶλλον ἢ δὴ [φαίνεται], ἐπενδάσασθαι τὴν ῥητίνην τὴν ὑγρὰν ἀνακινῶν τῇ σπαθή ἕως ἀμύλυντον καὶ εὐμιγὲς κατασλήσης, ὅπως ἐν χρῷ προσίσχηται καρτερῶς ὡς οἶόν τε. Δύναμιν δὲ ἔχει τὸ φάρμακον τοῦτο καθαρκτικήν, ξηραντικήν, ἀνασπασλικήν, διαφορητικήν, λεπλυντικήν, διαχυτικήν, κολλητικήν, λευκαντικήν, ἐπουλωτικήν, φλεγμασίης πάσης διαλυτικήν καὶ τῶν κατισχνωμένων κάρτα ἑρεπλικήν· ἀγαθὸν δὲ καὶ πρὸς πλεὐρῆς ἄλγος, καὶ τοῖς ὑπὸ στομάχου βαρυνομένοις διὰ ἀτονίην αὐτοῦ νυκτὸς ὅλης ἰδρώσουσιν· ἀναλγέα τε γὰρ καὶ ἥσσον ἰδρωτικὰ ἔχει καὶ τοῦ βάρους ἐπελαφρίσκει, καὶ τὰ περὶ τὸ ἧπαρ καὶ τὸν πτένα ἐπικεχλασμένα ἢ ἐξωδηκὸτα ἰήσταιτο. Τὰς δὲ ἀκροχορδόνας πλᾰτύνει καὶ διαχεῖ καὶ διαφορεῖ καὶ πλῆγας καὶ προυύσματα ἀναλγέα τίθησι, καὶ τὰ φύματα ἐκπνύσκει τε καὶ ρήσσει. Ἀγαθὸν δὲ καὶ νεοτράτοις καὶ σαλαιοῖς ἕλκεσι, καὶ χοιράσι, καὶ τοῖς ὑπὸ ψύξεως ἢ ἐπιρροῆς πεκαχωμένοις ἀνεθὲν ρόδινῳ, πρὸς τε ὅσα πυορροοῦντα καὶ τὰ ἐν αἰδοίοις καὶ ἕδρῃ ἕλκεα κράτιστον.