Ancient Greek
153.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 153.1
Unproofread scanNot analysed yet
μάλιστα ἐν ἀρχῇ, διαλύοντας τὸ φάρμακον ἢ διὰ ὕδατος θερμοῦ, ἢ διὰ ὑδρομελίτος, ἀναχογχυλίζεσθαι · καὶ γὰρ παρηγορητικόν ἐστι τοῦτο καὶ τὸ δέον ἀνύει · μεταξὺ δὲ τῆς τοιαύτης χρήσεως καὶ ἀκράτῳ τῷ φαρμάκῳ χρήσθαι προσήκει, τοῦτο μὲν διαχρίοντα τοῖς δακτύλοις, τοῦτο δὲ διὰ κοχλιαρίου προσταπίδμενον μετὰ τοῦ ἀναπιέζειν καὶ ἅμα πρὸς τοὺκτὸς ἄγειν τὴν κιονίδα · συμφέρει γὰρ ὡς ὅτι μάλιστα πρὸς τὴν γλῶτταν αὐτὴν ἐπιρρέπειν, ἀποχαροῦσαν τῆς εὐθύτητος.