Ancient Greek
153.2 to 153.6
Oribasius Med., Synopsis Ad Eustathium Filium 153.2-6
Unproofread scanNot analysed yet
1 ροζ'. Εἰ λίνα ψλείονα, καὶ μάλιστα τῶν ἀπὸ τῆς Θαλατίας σορφύρας περιβαλὼν ἐχίδνης τραχήλῳ συνίξεις αὐτοῖς τὴν ἐχίδναν, εἶτα περιάπλοις ἑκάστων τῶν λίνων τῷ τραχήλῳ, θαυμασιῶς ὅπως 2 ὀνίνησι παρίσθμιά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. Γαληνὸς ἐπαινεῖ τοῦτο. 1 ροη'. Ὁδόντων προφυλακτικόν. —Κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου μέρος ἕν, μασίχης χίας τὸ ἡμίσυ, κυπέρου τὸ 2 τρίτον. Κόψας εὖ μᾶλα καὶ σήσας χρῶ. 1 ροθ'. Πρὸς σειομένους ὀδόντας. —Στυπτηρίαν σίρογγύλην 2 μετὰ ἁλὸς διπλοῦ περιπλάττε τοῖς ὀδοῦσιν. —Ἡ ψιλέας φλοιὸν ἐν οἴνῳ ἐφήσας διακράτει. 1 ρπ'. Πρὸς χεῖλη κατερρώγῳτα. —Κνηχίδα ὀμφακῖτιν λείαν ἀνα- 2 λάμβανε τερμινθίνη, ἢ οἰσύνῳ, ἢ μέλιτι, καὶ ἐπὶχρειε. —Πρὸς δὲ τὰς βαθυτέρας ἐπιρρήξεις ἐπάλειφε λίπει αἰγείῳ τεθεραπευμένῳ, ἢ βοείῳ, ἢ μυελῷ βοείῳ, ἢ σίεατι χυνείῳ. 1 ρπβ'. Ἀντίδοτοι. —Πρὸς κολικούς. Λύκου κόπρον ἐπότιζέ τις τοὺς κολικούς, οὐ μόνον ἐν τοῖς παροξυρμοῖς, ἀλλὰ καὶ ἐν τοῖς δια- 2 λείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἐπάσχον. Εἰδὼν τινὰς αὐτῶν μηκέτι ἀλόντας τῷ παθήματι, τοὺς δὲ ἀλόντας οὐδέποτε αὖθις ἰσχυρῶς