Ancient Greek
154.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 154.1
Unproofread scanNot analysed yet
σαθόντας, ἀλλὰ οὐδὲ μετὰ ὀλίγον χρόνον. Ἔλαμβανε δὲ τὴν λευκοτέραν κόπρον ἢ τις ὁσιοφαγούντων ἀποκρίνεται. Ἐθαύμασα δὲ αὐτῆς ὅτι καὶ περιαιπλομένη πολλάκις ἐναργῶς ὠφελήσεν. Ἔλαμβανε δὲ οὕτος τὴν κόπρον οὐδὲ πεπλῶκιαν ἐπὶ τὴν γῆν · οὐ χαλεπῶς δὲ γίνεται τοῦτο · φύσιν γὰρ ἔχει τὸ ζῷον καθάπερ ὁ κύων, ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκελῶν οὕρεῖν καὶ ἀποπατεῖν πρὸς τι τῶν ἐξεχόντων τῆς γῆς. Εὑρίσκεται δὲ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὁσίων μόρια, καὶ αὐτὰ ταῦτα κόπλιον καὶ λειῶν ἐδίδου πίνειν τοῖς κολικοῖς. Ἐπὶ δὲ τῶν καθαριωτέρων ἄλός τι ἐμίγνυε καὶ πεπέρεως, ἐδίδου δὲ ἐν οἴνῳ λεπλῷ · ἔστι δὲ ὅτε καὶ ἐν ὕδατι. Τὸ δὲ οὖν περιαιπλομένου τῆς κόπρου ταῖς λαγόσι περιήπλεν ἄρτημα ἔχον, μάλιστα μὲν ἀπὸ βοὸς ἢ προβάτου λυκοβρώτου γεγονός · εἰ δὲ μή, ἐκ δέρματος ἐλαφείου, περιελιπλομένου τοῦ ἱμάντος ταῖς λαγόσιν. Καὶ αὐτὸ δὲ τὸ περιέζον ἐκέλευσεν εἶναι ἐκ δέρματος ἐλαφείου. —Ἡ Φίλωνος πρὸς κολικοὺς ἀνώδυνος.] Κρόκου Λε', πυρέθρου Λα', εὐφοβίου Λα', νάρδου σιάρχους Λα', πεπέρεως λευκοῦ Λχ', ἰοσκυάμου Λχ', ὀπίου Λι'. Τοῦτο τὸ φάρμακον ἐνδοξὸν ἐστίν.