Ancient Greek
177.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 177.2
Unproofread scanNot analysed yet
12'. Ὅσα δύσπεπτα. Αἰγεία κρέα, βόεια, ἐλάφεια· χειρίστη δὲ τῶν τράγων ἡ σάρξ πρὸς πέψιν, ἐφεξῆς δὲ ἡ τῶν κριῶν, εἶτα ἡ τῶν ταύρων· καὶ τὰ πρεσβυτικὰ δὲ τῶν ζῴων χειρίστα, καὶ τῶν ὑῶν αὐτῶν οἱ ὑηράσαντες. Γαστήρ δύσπεπτος, ἔντερα, μήτρα, καλλωδὸν, καρδία, ἦπαρ, ὤτα, οὐρά, νεφροί, σπλάγχνα πάντα, ἐγκέφαλος, νωτιαῖος, καὶ οἱ τῶν τελείων ζῴων ὄρχεις, ἅπαν αἷμα, χῆνες πλὴν τῶν πλερῶν. Φατῖδων, κιχλῶν, κοτιύφων καὶ τῶν μικρῶν σιρουθίων σκληροτέρα ἡ σάρξ ἐστί, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήτλης, καὶ πλεόν ἢ τοῦ ταύνος καὶ ἡ τῶν ὠτίδων. Αἱ κοιλίαι πᾶσαι τῶν σιληνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τῆς σιρουθοκαμήλου καὶ αἰθυσίας ὡς τι φάρμακον πεπλικόν· οὔτε αὗται γὰρ πέπτονται ῥάδιως, οὔτε ἄλλων σιτίων πεπλικόν εἰσι φάρμακον. Κοιλίαι δύσπεπτοι, ὀξύγαλα, καὶ μάλιστα τοῖς ψυχρὰν ἔχουσι τὴν κοιλίαν· τυρὸς παλαιός· ὁ δὲ νέος, καὶ μάλιστα ὁ ὀξυγαλάκτινος, καλλίων. Πορφυρῶν ἡ σάρξ καὶ κηρύκων, καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ σκληρὰν ἔχοντα τὴν σάρκα, δύσπεπτα. Ἄστιακοι, πᾶγουροι, καρπίνοι, κάραβοι, καρίδες, καὶ πάντα τὰ τοιαῦτα, πολυπόδες, σηπίαι, τευθίδες, καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λεύβατοι,