Ancient Greek
178.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 178.1
Unproofread scanNot analysed yet
ρίναι, δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὄρφοι, γλαῦκοι, ζύγαιναι, σάλπαι, γόγγυροι, φάγροι, λαμῖαι, ἀετοί, ὡς ὄπια, ἐφθὰ, ταγηνιστά, πυροὶ ἐφθοί, ὁ καλούμενος τράγος. Τὸ κρίμνον δυσπεπτότερον ἀλφίτου. Τίφαι, βρόμος 8-9 καὶ οἱ ἐξ αὐτῶν ἄρτοι, κύαμοι, ἄχροι, δόλιχοι, φάσηλοι, λάθυροι, ἄρακοι, ἐρέσινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα, ἀφάκη, βίκος, σήσαμον, ἐρύσιμον, κάσιανα, βάλανοι, μῆλα καὶ ἄπιοι, καὶ σύκα πρὶν πεπανθῆναι, σταφυλαὶ ὀξεῖαι καὶ αὐσίηραι, φοῖνικες πάντες, κεράτια, νίτριον· εἰ δὲ ὡς φαρμάκω 10 τις χρῶτο, τὸ ἐξωθεν αὐτοῦ συντελέσει πρὸς πέψιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν ὀριμέων. Ὄκιμον, γογγυλὶς ἢ ὠμοτέρα, βολβοὶ 10 ὠμότεροι, σταφυλῖνος, δαύκος, καρῶ, καὶ πᾶσαι αἱ ρίζαι τῶν λαχάνων, καὶ αὐτὰ τὰ λάχανα πάντα πλὴν ἔριδανος καὶ ἰντύου. Οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι. Δύσπεπτον δὲ καὶ 11-12 15 ὕδωρ πᾶν.