Ancient Greek
182.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 182.2
Unproofread scanNot analysed yet
κδ'. Ὅσα ἐμφράττει. Γαλὰ τὸ μὲν ὁροῦ πλεῖστον ἔχον ἀκινδυνότατόν ἐστι, κἂν διὰ παντὸς αὐτῷ τις χρήται· τὸ δὲ ὀλίγου μὲν ἔχον τούτου, πολὺ δὲ τοῦ τυρώδους, οὐκ ἀσφαλὲς ἐστὶ τοῖς ἐν αὐτῷ πλεονάζουσιν· βλάπτει μὲν γὰρ καὶ νεφροὺς ὅσοι γε ἐπιτηδεῖός ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καὶ κατὰ ἧπαρ ἐργάζεται τοῖς ἐτοίμως παθεῖν δυναμένοις. Ἰσχάδες ἧπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραὶ καθάπερ τὰ σύκα, οὐ κατὰ ἰδίαν τινα δύναμιν ἐξαιρετον, ἀλλὰ τῷ κοινῷ λόγῳ πάντων τῶν γλυκέων· σᾶντα γὰρ τὰ γλυκέα βλάπτει σπλήνα καὶ ἧπαρ· ἐμπεφραγμένοις δὲ καὶ σκιρρομένοις αὐταὶ μὲν κατὰ ἑαυτὰς οὐδὲν, οὔτε εἰς ὠφέλειαν, οὔτε εἰς βλάβην ἐργάζονται μέγα·